Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.270 Joseph. BJ 2.276 (English) >>Joseph. BJ 2.281

2.274τηνικαῦτα καὶ τῶν νεωτερίζειν βουλομένων ἐν Ἱεροσολύμοις ἐθάρσησαν αἱ τόλμαι, καὶ χρήμασιν μὲν οἱ δυνατοὶ τὸν Ἀλβῖνον προσελάμβανον ὥστε τοῦ στασιάζειν αὐτοῖς παρέχειν ἄδειαν, τοῦ δημοτικοῦ δὲ τὸ μὴ χαῖρον ἡσυχίᾳ πρὸς τοὺς Ἀλβίνου κοινωνοὺς ἀπέκλινεν. 2.275ἕκαστος δὲ τῶν πονηρῶν ἴδιον στῖφος ὑπεζωσμένος αὐτὸς μὲν ὥσπερ ἀρχιλῃστὴς τύραννος προανεῖχεν ἐκ τοῦ λόχου, τοῖς δορυφοροῦσι δὲ πρὸς ἁρπαγὰς τῶν μετρίων κατεχρῆτο. 2.276συνέβαινεν δὲ τοὺς μὲν ἀφῃρημένους ὑπὲρ ὧν ἀγανακτεῖν ἐχρῆν σιωπᾶν, τοὺς ἄπληγας δὲ δέει τοῦ μὴ τὰ αὐτὰ παθεῖν καὶ κολακεύειν τὸν ἄξιον κολάσεως. καθόλου δὲ μὲν παρρησία πάντων περικέκοπτο, τυραννὶς δʼ ἦν

-- --

διὰ πλειόνων, καὶ τὰ σπέρματα τῆς μελλούσης ἁλώσεως ἔκτοτε τῇ πόλει κατεβάλλετο. 2.277

Τοιοῦτον δʼ ὄντα τὸν Ἀλβῖνον ἀπέδειξεν μετʼ αὐτὸν ἐλθὼν Γέσσιος Φλῶρος ἀγαθώτατον κατὰ σύγκρισιν. μέν γε λάθρα τὰ πολλὰ καὶ μεθʼ ὑποστολῆς ἐκακούργησεν, Γέσσιος δὲ τὰς εἰς τὸ ἔθνος παρανομίας ἐπόμπευσεν καὶ ὥσπερ ἐπὶ τιμωρίᾳ κατακρίτων πεμφθεὶς δήμιος οὔτε ἁρπαγῆς τινα τρόπον οὔτε αἰκίας παρέλιπεν. 2.278ἦν δὲ ἐν μὲν τοῖς ἐλεεινοῖς ὠμότατος, ἐν δὲ τοῖς αἰσχροῖς ἀναιδέστατος. οὔτε δὲ πλείω τις ἀπιστίαν τῆς ἀληθείας κατέχεεν οὔτε ἐν τῷ πανουργεῖν δολιωτέρας ὁδοὺς ἐπενόησεν. τὸ μὲν κατʼ ἄνδρα κερδαίνειν μικρὸν ἐδόκει, πόλεις δʼ ὅλας ἐξεδίδυσκε καὶ δήμους ἀθρόους ἐλυμαίνετο καὶ μόνον οὐκ ἐκήρυξεν ἀνὰ τὴν χώραν πᾶσιν ἐξεῖναι λῃστεύειν ἐφʼ μέρος αὐτὸς λήψεται τῶν λαφύρων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.270 Joseph. BJ 2.276 (English) >>Joseph. BJ 2.281

Powered by PhiloLogic